Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.276 Dem. 18.279 (English) >>Dem. 18.282

18.278οὔτε γὰρ τὴν ὀργὴν οὔτε τὴν ἔχθραν οὔτʼ ἄλλʼ οὐδὲν τῶν τοιούτων τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ τοὺς ὑπὲρ τῶν κοινῶν εἰσεληλυθότας δικαστὰς ἀξιοῦν αὑτῷ βεβαιοῦν, οὐδʼ ὑπὲρ τούτων εἰς ὑμᾶς εἰσιέναι, ἀλλὰ μάλιστα μὲν μὴ ἔχειν ταῦτʼ ἐν τῇ φύσει, εἰ δʼ ἄρʼ ἀνάγκη, πράως καὶ μετρίως διακείμενʼ ἔχειν. ἐν τίσιν οὖν σφοδρὸν εἶναι τὸν πολιτευόμενον καὶ τὸν ῥήτορα δεῖ; ἐν οἷς τῶν ὅλων τι κινδυνεύεται τῇ πόλει, καὶ ἐν οἷς πρὸς τοὺς ἐναντίους ἐστὶ τῷ δήμῳ, ἐν τούτοις· ταῦτα γὰρ γενναίου καὶ ἀγαθοῦ πολίτου. 18.279μηδενὸς δʼ ἀδικήματος πώποτε δημοσίου, προσθήσω δὲ μηδʼ ἰδίου, δίκην ἀξιώσαντα λαβεῖν παρʼ ἐμοῦ μήθʼ ὑπὲρ τῆς πόλεως μήθʼ ὑπὲρ αὑτοῦ, στεφάνου καὶ ἐπαίνου κατηγορίαν ἥκειν συνεσκευασμένον καὶ τοσουτουσὶ λόγους ἀνηλωκέναι ἰδίας ἔχθρας καὶ φθόνου καὶ μικροψυχίας ἐστὶ σημεῖον, οὐδενὸς χρηστοῦ. τὸ δὲ δὴ καὶ τοὺς πρὸς ἔμʼ αὐτὸν ἀγῶνας ἐάσαντα νῦν ἐπὶ τόνδʼ ἥκειν, καὶ πᾶσαν ἔχει κακίαν. 18.280καί μοι δοκεῖς ἐκ τούτων, Αἰσχίνη, λόγων ἐπίδειξίν τινα καὶ φωνασκίας βουλόμενος ποιήσασθαι τοῦτον προελέσθαι τὸν ἀγῶνα, οὐκ ἀδικήματος οὐδενὸς λαβεῖν τιμωρίαν. ἔστι δʼ οὐχ λόγος τοῦ ῥήτορος, Αἰσχίνη, τίμιον, οὐδʼ τόνος τῆς φωνῆς, ἀλλὰ τὸ ταὐτὰ προαιρεῖσθαι τοῖς πολλοῖς καὶ τὸ τοὺς αὐτοὺς μισεῖν καὶ φιλεῖν οὕσπερ ἂν πατρίς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.276 Dem. 18.279 (English) >>Dem. 18.282

Powered by PhiloLogic